Ancient Greek
Section 21
Dinarchus, Κατὰ Φιλοκλέους 21
Not analysed yet
ὑπὲρ πάσης, ὦ Ἀθηναῖοι, τῆς χώρας νῦν μέλλετε φέρειν τὴν ψῆφον, καὶ τῶν ἐν ταύτῃ κατεσκευασμένων ἱερῶν καὶ τῶν ἀρχαίων νομίμων καὶ τῆς παραδεδομένης ὑπὸ τῶν προγόνων ὑμῖν πολιτείας, οὐχ ὑπὲρ Φιλοκλέους μόνον· οὗτος μὲν γὰρ αὑτοῦ πάλαι θάνατον κατέγνωκε. ταῦθʼ ὑμᾶς ἱκετεύων ἐγὼ δικαιοτέραν πολὺ δέησιν δέομαι τούτων τῶν τοιαῦτα πεπραχότων, μὴ ἐγκαταλιπεῖν ὑπὲρ ὧν οἱ πρόγονοι πολλοὺς ὑπέμειναν κινδύνους, μηδʼ εἰς ἀδοξίαν αἰσχρὰν ἀγαγεῖν τὸ τῆς πόλεως ἀξίωμα, μηδὲ ἀντικαταλλάξασθαι τὴν πρὸς τούτους χάριν τῶν νόμων καὶ τῶν τοῦ δήμου ψηφισμάτων καὶ τῶν τῆς βουλῆς ἀποφάσεων.