Ancient Greek
Section 22
Dinarchus, Κατὰ Φιλοκλέους 22
Not analysed yet
ἀκριβῶς γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ἀκριβῶς, ὅτι ὑμεῖς μὲν παρὰ πᾶσιν ἀνθρώποις ἐπαινεῖσθε ταῖς γεγενημέναις ζητήσεσιν ὑπὲρ τούτων τῶν χρημάτων, οἱ δʼ ἐξεληλεγμένοι κατὰ τῆς ἑαυτῶν πατρίδος δῶρα εἰληφότες πονηροὶ καὶ ἄδικοι καὶ μισόδημοι νομίζονται εἶναι, φιλεῖν ὑμᾶς φάσκοντες καὶ πράττειν ὑπὲρ τῶν τῆς πόλεως ἀγαθῶν, καὶ διʼ ὑμᾶς ἔνδοξοι γεγενημένοι.