Ancient Greek · ~2 min
Section 2
Dinarchus, Κατὰ Ἀριστογείτονος 2
Not analysed yet
τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.