Ancient Greek · ~2 min
Section 3
Dinarchus, Κατὰ Ἀριστογείτονος 3
Not analysed yet
διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.