Ancient Greek · ~2 min
Section 20
Dinarchus, Κατὰ Ἀριστογείτονος 20
Not analysed yet
διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ] ἵνα τὸ πραότατον εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν ὑμῖν τιμωρήσασθαι,