Ancient Greek · ~2 min
Section 21
Dinarchus, Κατὰ Ἀριστογείτονος 21
Not analysed yet
οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφʼ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, ὦ Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες;