Ancient Greek
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 18
Not analysed yet
Καὶ τὸ παράσημον δὲ, ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς, οὐδ ̓ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. Κατεσκευάζετο γὰρ, ὥς φησι Δείνων, ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. Εὐώδης δ ̓ ἐστὶν ἡ λάβυζος, καὶ πολυτιμότερον τῆς σμύρνης, Ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι, φησὶ, βασιλεὺς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους, οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ ̓ ἀεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο, καὶ τούτῳ ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο.