Ancient Greek
19 to 24
DINO, Fragmenta 19-24
Not analysed yet
Ὁ δὲ Περσῶν βασιλεὺς, ὥς φησι Κτησίας καὶ Δείνων ἐν τοῖς Περσικοῖς, ἐδείπνει μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια. Θουκυδίδης μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν, Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δ ̓ ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. Δείνων δ ̓ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν, ὅτι ἡ Βαγάζου γυνὴ, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφὴ, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο, καίτοι Δείνων φησὶν, ὅτι Ὀάρτῃς. Ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἄλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως, παρ ̓ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας. Ἐχ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις ἐπεβούλευεν αὐτὴν ἀνελεῖν. Ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ (Artaxerxis contra Cyrum) συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δ ̓ ὕστερον, ὃν οὔτ ̓ ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι· κτλ. Τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτὸς, εἶπεν, οὐδὲν ἴδως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου (fr. 49) διελθεῖν.