Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 1a
Not analysed yet
Κτησίας μὲν οὖν ὁ Κνίδιος (fr. 5 sqq.) περὶ Σεμιράμιδος τοιαῦθ ̓ ἱστόρηκεν· Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν ἀυτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων. Τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθ ̓ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας. Τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν, κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ ὃεὶπνα, ἐν οἶς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ· τῇ δ ̓ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων, τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτὴν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχὴν, καὶ μέχρι γήρως βασιλεύσασαν καὶ πολλά μεγάλα τεργάσασθαι.