Ancient Greek · ~2 min
2 to 6
DINO, Fragmenta 2-6
Not analysed yet
Λέγει δὲ Δείνων (libri Δίνων) ἐν Αἰθιοπίᾳ γίνεσθαι τοὺς ὄρνιθας τοὺς μονοκέρως καὶ ὗς τετρακέρως καὶ πρόβατα ἐρίων μὲν ψιλὰ, τρίχας δὲ καμήλων ἔχοντα. Τοὺς [γὰρ] Μολιονίδας ἔφυγε. Δείνων δὲ ἐν δευτέρῳ τῆς δευτέρας συντάξεως Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα τὰ Ὀλύμπια, πρὸς δύο διαπυκτεύσαντα ἡττηθῆναι. Τὴν δὲ γοητικὴν μαντείαν οὐδ ̓ ἔγνωσαν, ὡς φησὶν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ τῶν ἱστοριῶν, ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροάστρην ἀστροθύτην εἶναι· φησὶ δὲ τοῦτο καὶ Ἑρμόδωρος. Πρωταγόρας Ἀρτέμωνος, ἢ, ὡς Ἀπολλόδωρος (fr. 86) καὶ Δίνων (scr. Δείνων) ἐν τοῖς Περσικοῖς, Μαιανδρίου.