Ancient Greek
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 24
Not analysed yet
Φησὶν οὖν ὁ μὲν Δείνων, ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δὲ ἀπεῤῥύη· Τηριβάζου δ ̓ ἀναβαλόντος αὐτὸν ἐπ ̓ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος αὐτῷ, Ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης, οὐ γὰρ ἀξία λήθης ἐστί, πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην· πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς καὶ εἰπὼν πρὸς τοὺς παρόντας, ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ, καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δ ̓ οἱ περὶ αὐτόν. Πίπτει δ ̓ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δ ̓ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾦ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.