Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 26
Not analysed yet
Θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρ ̓ αὑτῇ μέγιστον ὄνομα Γίγιν· ἥν ὁ μὲν Δείνων ὑπουργῆσαι τῇ φαρμακείᾳ φησὶ, συγγνῶναι ὁὲ μόνον ἄκουσαν ὁ Κτησίας. Τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων Μελάνταν. Γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώματος οὐδέν ἐστιν, ἀλλ ̓ ὅλον διάπλεον πιμελῆς τὰ ἐντός· ὀνομάζεται δὲ ῥυντάκης. Τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον, καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ τὸ πεφαρμαγμένον· ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν.