Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 28
Not analysed yet
Ὁ δ ̓ Ἀνταλκίδας Σπαρτιάτης ἦν, Λέοντος υἱὸς, καὶ σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧν πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι. Διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. Καὶ ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ· καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην. Ἦν δ ̓, ὡς ἔοικεν, οὗτος ἐπιτήδειος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον ἐξορχησάμενος ἐν Πίρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν.