Ancient Greek · ~2 min
29 to 30
DINO, Fragmenta 29-30
Not analysed yet
Ἄρταξέρξης ὁ Μνήμων ἐπικληθεὶς, ἐφ ̓ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησε νόσῳ ἑξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δείνων ἱστορεῖ, τεττάρων καὶ ἐνενήκοντα. Προσπεσόντος αὐτῷ (Ἀρτοξέφξῃ) τοῦ περὶ τὸν Ἀρσάμην πάθους οὐδ ̓ ὀλίγου ἀντέσχεν, ἀλλ ̓ εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσερα ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα [num δύο κα τεσσαράκοντα̣ Διὸ καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἑναγῆ καὶ μιαρὸν, ὄνον ἐπωνόμασαν. Κἀκεῖνος εἰπὼν, Ὁ μέντος ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν, ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων ἱστόρηκεν.