Ancient Greek
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 7
Not analysed yet
Ὅμηρος γοῦν φησιν ἐπ ̓ Ἀχιλλέως· Ἄειδε δ ̓ ἄρα κλέα ἀνδρῶν ἡρώων· καὶ τὸν Φήμιον δέ φησιν, ὅτι πολλὰ βροτῶν θελκτήρια οῖδεν, ἔργ ̓ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί. Τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς Βαρβάροις ἐσώζετο, ὥς φησι Δείνων ἐν τοῖς Περσικοῖς. Τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί, Ὅτε γὰρ (φησὶν) ἡγήσατο τὴν εἰς Πέρσας ἀποδημίαν ὁ Κῦρος· ἐγεγόνει δ ̓ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθ ̓ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων, καὶ ἀπῆλθεν· εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων, τότε Ἀγγάρης ὅνομα, (οὗτος δ ἦν τῶν ᾠδῶν ὁ ἐνδοξότατος,) ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων, καὶ τὸ ἔσχατον εἶπεν, ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου· ὃ ἂν κυριεύσῃ τῶν καθ ̓ αὑτὸν τόπων, πολλῖς μετ ̓ ὀλίγον ῥᾳδίως μαχεῖται. Ἐρομένου δὲ τοῦ Ἀστυάγους, ποῖον θηρίον; ἔφη Κῦρον τὸν Πέρσην. Νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι, καὶ μεταπεμπόμενος οὐδὲν ὤνησεν.»