Ancient Greek
10 to 16
Dio Chrysostomus Soph., Orationes 10-3-16
Not analysed yet
ὅθεν οἶμαι θῖνές τε μεγάλαι καὶ χώματα ἐν αὐτῷ γίγνονται τῆς ψάμμου, καθάπερ ἐν τῇ χώρᾳ συμβαίνει τὸ τοιοῦτον ἀπὸ πνευμάτων, ἐκεῖ μᾶλλον ὑπὸ τοῦ κλύδωνος. ἔστι δὲ καὶ τὰ κύκλῳ τοιαῦτα σχεδόν, ἐρημία καὶ θῖνες. ἀλλὰ γὰρ δὴ τούς τε ναυαγοὺσἀπὸ τῆς θαλάττης ἐπανιόντας καὶ εἴ τινας τῶν Λιβύων κατʼ ἀνάγκην διεξιόντας ἢ πλανωμένους ἐπιφαινόμενα ἥρπαζε τὰ θηρία. ἡ δὲ φύσις αὐτῶν τοῦ σώματος καὶ ἡ ἰδέα τοιάδε· τὸ μὲν πρόσωπον γυναικεῖον εὐειδοῦς γυναικός, μαστοὶ δὲ καὶ στήθη πολύ τι κάλλιστα καὶ τράχηλος, ὁποῖα οὔτε παρθένου γένοιτʼ ἂν οὔτε νύμφης ἀκμαζούσης οὔτε πλάττων ἢ γράφων οὐδεὶς δυνήσεται ἀπεικάσαι· τὸ δὲ χρῶμα λαμπρότατον, καὶ ἀπὸ τῶν ὀμμάτων φιλοφροσύνη καὶ ἵμερος ταῖς ψυχαῖς ἐνέπιπτεν, ὁπότε προσίδοι τις· τὸ δὲ λοιπὸν σῶμα σκληρόν τε καὶ ἄρρηκτον φολίσι, καὶ τὸ κάτω πᾶν ὄφις· ὑστάτη δὲ κεφαλὴ τοῦ ὄφεως μάλα ἀναιδής. τὰ δὲ θηρία ταῦτα πτερωτὰ μὲν οὐ λέγεται γενέσθαι, καθάπερ αἱ σφίγγες, τῶν δὲ πεζῶν ἁπάντων τάχιστα, ὡς μηδένα ἄν ποτε ἐκφυγεῖν αὐτά· καὶ τῶν μὲν ἄλλων ἀλκῇ κρατεῖν, ἀνθρώπων δὲ ἀπάτῃ, παραφαίνοντα τὰ στήθη καὶ τοὺς μαστούς, καὶ ἅμα προσβλέποντα καταγοητεύειν τε καὶ ἔρωτα ἐμβάλλειν δεινὸν τῆς ὁμιλίας· καὶ τοὺς μὲν προσιέναι καθάπερ γυναιξί, τὰ δὲ μένειν ἀτρεμοῦντα καὶ κάτω πολλάκις βλέποντα, μιμούμενα γυναῖκα κοσμίαν, γενόμενον δʼ ἐγγὺς συναρπάζειν· ἔχειν γὰρ δὴ καὶ χεῖρας θηριώδεις, ἃς ὑποκρύπτειν τέως. ὁ μὲν οὖν ὄφις εὐθὺς δακὼν ἀπέκτεινεν ἀπὸ τοῦ ἰοῦ· τὸν δὲ νεκρὸν κατεσθίουσιν ἅμα τε ὁ ὄφις καὶ τὸ ἄλλο θηρίον. ὅδε μὲν δὴ ὁ μῦθος, οὐ παιδίῳ πλασθείς, ὡς ἂν ἧττον ᾖ θρασὺ καὶ ἀκόλαστον, ἀλλὰ τοῖς μείζω καὶ τελειοτέραν ἀφροσύνην ἔχουσιν, ὑφʼ ἡμῶν δεῦρο μετενεχθεὶς τάχʼ ἂν ἱκανῶς ἐπιδεῖξαι δύναιτο ὁποῖόν ἐστι τὸ τῶν ἐπιθυμιῶν γένος, ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις, ἔπειτα ἡδονήν τινα παραδεικνύουσαι, προσαγόμεναι τοὺς ἀνοήτους ἀπάτῃ καὶ γοητείᾳ, διαφθείρουσιν οἴκτιστα καὶ ἐλεεινότατα.