Ancient Greek
1 to 9
Dio Chrysostomus Soph., Orationes 1-5-9
Not analysed yet
τάχα γὰρ ἄν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν. ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται· ἐκεῖνοι γὰρ ἐνίοτε τοῖς ἀκάρποις καὶ ἀγρίοις ἐνθέντες καὶ ἐμφυτεύσαντες τὰ ἥμερα καὶ καρποφόρα χρήσιμον ἀντʼ ἀχρήστου καὶ ὠφέλιμον ἀντὶ ἀνωφελοῦς ἀπέδειξαν τὸ φυτόν. οὕτω δὴ καὶ τοῖς ἀνωφελέσι μυθεύμασι λόγος ἐμβληθεὶς χρήσιμος καὶ συμφέρων οὐδὲ ἐκεῖνα εἴασεν εἶναι μάτην λεγόμενα. τυχὸν δὲ καὶ οἱ πρῶτοι συντιθέντες αὐτὰ πρός τι τοιοῦτον συνέθεσαν, αἰνιττόμενοι καὶ μεταφέροντες τοῖς δυναμένοις ὀρθῶς ὑπολαμβάνειν. τόδε μὲν δὴ προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον λέγειν τε καὶ ᾅδειν, ὁποίῳ μάλιστα ἀφομοιοῦμεν εἰκάσματι τὰς ἐπιθυμίας. λέγεται γὰρ πάλαι ποτὲ θηρίων εἶναί τι γένος χαλεπὸν καὶ ἄγριον, πλεῖστον καὶ μάλιστα γιγνόμενον ἐν τοῖς ἀοικήτοις τῆσΛιβύης. ἥδε γὰρ ἡ χώρα καὶ νῦν ἔτι δοκεῖ παντοδαπὰς φέρειν ζῴων φύσεις, ἑρπετῶν τε καὶ ἄλλων θηρίων. ἐν οἷς εἶναι καὶ τοῦτο τὸ γένος, ὑπὲρ οὗ νῦν ὁ λόγος, σύνθετον τὴν τοῦ σώματος ἰδέαν σχεδὸν ἐκ τῶν πλεῖστον διαφερόντων, παντελῶς ἄτοπον. πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τῆς θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα. θηρᾶν μὲν γὰρ καὶ τἄλλα θηρία, τούς τε λέοντας καὶ παρδάλεις τάς τε ἐλάφους καὶ τοὺς ἀγρίους ὄνους καὶ τὰ πρόβατα, μάλιστα δὲ ἥδεσθαι τῇ τῶν ἀνθρώπων ἄγρᾳ. ὧν δὴ καὶ ἕνεκεν ἐγγὺς ἀφικνεῖσθαι τῶν οἰκουμένων μέχρι τῆς Σύρτεως. ἔστι δὲ ἡ Σύρτις κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺτῆς χώρας καὶ τριῶν ἡμερῶν, φασί, πλοῦς ἀκωλύτως πλέουσι. τοῖς δὲ κατενεχθεῖσιν οὐκ εἶναι τὸν ἔκπλουν δυνατόν· βραχέα γὰρ καὶ διθάλαττα καὶ ταινίαι μακραὶ μέχρι πολλοῦ διήκουσαι παντάπασιν ἄπορον καὶ δύσκολον παρέχουσι τὸ πέλαγος. οὐ γάρ ἐστι κατʼ ἐκεῖνα τὸ τῆς θαλάττης ἀγγεῖον καθαρόν, κοῖλος δὲ καὶ ψαμμώδησὁ τόπος ὢν ἐκδέχεται τὸ πέλαγος, οὐδὲν ἔχων στερεόν.