Ancient Greek
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
Dio Chrysostomus Soph., Orationes 102-3
Not analysed yet
τοῦτο δὲ σύνηθες δήπου καὶ τοῖς σοφωτέροις, ὃ νῦν ἡμεῖς ποιοῦμεν· ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶδοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπʼ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλʼ ἐν βίβλοις γράφων.