Ancient Greek · ~6 min
103 to 106
Dio Chrysostomus Soph., Orationes 103-2-106
Not analysed yet
γεωργικοῦ μὲν δὴ πέρι καὶ κυνηγετικοῦ τε καὶ ποιμενικοῦ βίου τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω, προθυμουμένων ἡμῶν ἁμῃγέπῃ δεῖξαι πενίαν ὡς οὐκ ἄπορον χρῆμα βίου καὶ ζωῆς πρεπούσης ἀνδράσιν ἐλευθέροις αὐτουργεῖν ἐθέλουσιν, ἀλλʼ ἐπὶ κρείττω πολὺ καὶ συμφορώτερα ἔργα καὶ πράξεισἄγον καὶ μᾶλλον κατὰ φύσιν ἢ ἐφʼ οἷα ὁ πλοῦτος εἴωθε τοὺς πολλοὺς προτρέπειν. εἶεν δή, περὶ τῶν ἐν ἄστει καὶ κατὰ πόλιν πενήτων σκεπτέον ἂν εἴη τοῦ βίου καὶ τῶν ἐργασιῶν, πῶς ἂν μάλιστα διάγοντες καὶ ποἶ ἄττα μεταχειριζόμενοι δυνήσονται μὴ κακῶς ζῆν μηδὲ φαυλότερον τῶν δανειζόντων ἐπὶ τόκοις συχνοῖς,εὖ μάλʼ ἐπισταμένων τὸν ἡμερῶν τε καὶ μηνῶν ἀριθμόν, καὶ τῶν συνοικίας τε μεγάλας καὶ ναῦς κεκτημένων καὶ ἀνδράποδα πολλά· μήποτε σπάνια ᾖ τὰ ἐν ταῖς πόλεσιν ἔργα τοῖς τοιούτοις, ἀφορμῆς τε ἔξωθεν προσδεόμενα, ὅταν οἰκεῖν τε μισθοῦ δἑῃ καὶ τἄλλʼ ἔχειν ὠνουμένους, οὐ μόνον ἱμάτια καὶ σκεύη καὶ σῖτον, ἀλλὰ καὶξύλα, τῆς γε καθʼ ἡμέραν χρείας ἕνεκα τοῦ πυρός, κἂν φρυγάνων δέῃ ποτὲ ἢ φύλλων ἢ ἄλλου ὁτουοῦν τῶν πάνυ φαύλων, δίχα δὲ ὕδατος τὰ ἄλλα σύμπαντα ἀναγκάζωνται λαμβάνειν, τιμὴν κατατιθέντες, ἅτε πάντων κατακλειομένων καὶ μηδενὸς ἐν μέσῳ φαινομένου πλήν γε οἶμαι τῶν ἐπὶ πράσει πολλῶν καὶ τιμίων. τάχα γὰρ φανεῖται χαλεπὸν τοιούτῳ βίῳ διαρκεῖν μηδὲν ἄλλο κτῆμα ἔξω τοῦ σώματος κεκτημένους, ἄλλως τε ὅταν μὴ τὸ τυχὸν ἔργον μηδὲ πάνθʼ ὁμοίως συμβουλεύωμεν αὐτοῖς, ὅθεν ἔστι κερδᾶναι·