Ancient Greek · ~7 min
105 to 128
Dio Chrysostomus Soph., Orationes 105-128
Not analysed yet
διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι. καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν, διὰ δὲ τῶν εὐνοούντων οὐδενὸς τῶν ἀναγκαίων ὅπου δήποτε ἀνήκοός ἐστι. καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἴη καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύʼ ἀνδρῶν· διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι. τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν ταὐτῷ χρόνῳ πράττειν, περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας. καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὐτοῦ τινος τέρψεως. πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν; εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων. καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ διʼ ἀρετήν· ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς κτώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως· ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν. οὐχ οὕτως δʼ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲνἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλʼ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός.