Ancient Greek
95 to 104
Dio Chrysostomus Soph., Orationes 95-104
Not analysed yet
καὶ ταῦταμὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν, ἀχρεῖα καὶ βαρέα· ἄνευ δὲ φιλίας οὐδʼ ἐν εἰρήνῃ ζῆν ἀσφαλές. καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν· ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσιν. ποία μὲν γὰρ εὐφροσύνη προσφιλής, ʽεἰ καὶ πάντα παρείη τὰ μέγιστἀ, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων; οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν; πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν. καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσιπεριττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει πρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν. μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλωνοὐκ ἄχαρις; ἐγὼ μὲν γὰρ οὐδʼ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον. εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώπῳ τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντα, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι.