Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 11-11
Not analysed yet
καὶ μὴν ὅσῳ τὸ λοιδορεῖν τὴν ἀβελτερίαν τὴν ἑκάστου καὶ τὴν πονηρίαν φανερὰν ποιεῖν κρεῖττόν ἐστι τοῦ χαρίζεσθαι διὰ τῶν λόγων καὶ τοῖς ἐγκωμίοις θρύπτειν τοὺς ἀκούοντας, οὐχ ἥκιστα ἐκεῖθεν εἴσεσθε. δύο γὰρ ποιητῶν γεγονότων ἐξ ἅπαντος τοῦ αἰῶνος, οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον, Ὁμήρου τε καὶ Ἀρχιλόχου, τούτων Ὅμηρος μὲν σχεδὸν πάντα ἐνεκωμίασε, καὶ θηρία καὶ φυτὰ καὶ ὕδωρ καὶ γῆνκαὶ ὅπλα καὶ ἵππους, καὶ οὐδὲν ἔσθʼ ὅτου μνησθεὶς χωρὶς ἐπαίνου τε καὶ τιμῆς, ὡς ἂν εἴποι τις, παρῆλθεν. ὃν γοῦν μόνον ἐξ ἁπάντων ἐβλασφήμησε Θερσίτην, καὶ τοῦτον λιγὺν εἶναί φησιν ἀγορητήν.