Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 12-11
Not analysed yet
Ἀρχίλοχος δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένους τοὺς ἀνθρώπους, καὶ πρῶτοναὑτὸν ψέγει. τοιγαροῦν μόνος καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν ἢ γενέσθαι τῆς μεγίστης ἔτυχε μαρτυρίας παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράπονταἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν.