Ancient Greek
114 to 125
Dio Chrysostomus Soph., Orationes 114-125
Not analysed yet
ἅμα γάρ τις ἀδικῶν πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος. ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπʼ ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα. καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν· ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν ὥστε καὶ τοὺς θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους. φιλοίκειος δὲ καὶ φιλοσυγγενὴς πῶς οὐκ ἂν εἴη διαφερόντως; ὅς γε τοὺς οἰκείους καὶ τοὺς συγγενεῖς μέρος νενόμικε τῆς αὑτοῦ ψυχῆς; καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖντῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν. καὶ τοὺς μὲν ζῶντας μάλιστα πάντων ἀγαπᾷ καὶ φίλους ἀναγκαίους νενόμικεν. τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα· πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἷόν τε διαλύσασθαιτὴν συγγένειαν, ἀλλʼ ὁποῖοί ποτʼ ἂν ὦσιν, ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα. γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν. μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην, ἀλλὰβούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν, ἀλλʼ ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει. ταὐτὰ δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα· ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας, εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας, τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους· ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας·