Ancient Greek
126 to 138
Dio Chrysostomus Soph., Orationes 126-138
Not analysed yet
τῶν τε σχολὴν ἀγόντων τὰ γυμνάσια μεστὰ καὶ τὰς παλαίστρας, καὶ τοὺς μὲν τρέχοντας ἐν τοῖς δρόμοις, τοὺς δὲ αὖ παλαίοντας, τοὺς δὲ ἄλλο τι περὶ τὴν ἀγωνίαν ἀσκοῦντας οὐκ ὄντας ἀθλητάς. ἁπλῶς δὲ εἰπεῖν, ἑκάστων τῶν μὴ σφόδρα ἀνοήτων καὶ σίτων καὶ λουτρῶν καὶ ὑγιεινῶν καὶ πάντων, ὁ ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μηδὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλʼ ἕνεκα πράξεων· ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν. ἐπειδὴ ἄνθρωπον ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτο τῶν ἄλλων ὥσπερ παραμύθιον ἔχειν δεῖ· ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα τῆς βασιλείας· ὁ μὲν γὰρ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρηνῶν ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας· ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο· ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς· κάλλιστον δὲ εὕρεμα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει· δι’ οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειοτέρα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται. καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζοντα καρτερεῖν μεθʼ ἡδονῆς οὐ μέντοι τήν γε Περσικὴν θήραν. ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτεἀσθενῆ καὶ δεδουλωμένα· ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν. ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.