Ancient Greek
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
Dio Chrysostomus Soph., Orationes 124-3
Not analysed yet
χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένων τε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ἢ ὑφʼ ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν.