Ancient Greek
125 to 126
Dio Chrysostomus Soph., Orationes 125-3-126
Not analysed yet
οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἢ ἀρίστη γένοιτο ἢ πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτή τε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς. ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπʼ αὐτῶν.