Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 13-11
Not analysed yet
ὥσθʼ ὁ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δʼ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπʼ ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος.