Ancient Greek
136 to 139
Dio Chrysostomus Soph., Orationes 136-139
Not analysed yet
καὶ μάλιστα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν δείκνυσιν, ὡς οὐδενὸς ἔτι τῶν ἡδέων δυνησομένῳ μετασχεῖν· ὁ δὲ φιλόδοξος ἀπάγει τε καὶ ἀφέλκει τῶν ἡδονῶν, τά τε ὀνείδη καὶ τὰς λοιδορίας ἐπανατεινόμενος. οὐκ ἔχων οὖν ὃ ποιήσῃ καὶ ὅποι τράπηται καὶ καταδύσηται, ἀποδιδράσκει πολλάκις εἰς τὸ σκότος, καὶ πειρᾶται λανθάνων τῷ ἑτέρῳ χαρίζεσθαι καὶ ὑπηρετεῖν· ὁ δὲ ἀποκαλύπτει καὶ εἰς τὸ μέσον αὐτὸν ἕλκει. οὕτω δὴ ψυχὴν διαφορουμένην τε καὶ διασπωμένην, ἀεί ποτε ἐν μάχῃ καὶ στάσει διηνεκεῖ πρὸς αὑτὴν οὖσαν, ἀνάγκη πρὸς πᾶσαν ἀφικνεῖσθαι δυστυχίαν. ὥσπερ γὰρ τὰ νοσήματα ἀλλήλοις ἐπιπλεκόμενα, τἀναντία δοκοῦντα πολλάκις, χαλεπὴν καὶ ἄπορον ποιεῖ τὴν ἴασιν, τὸν αὐτὸν οἶμαι τρόπον ἀνάγκη γίγνεσθαι καὶ τῶν τῆς ψυχῆς συμμιγνυμένων τε καὶ συμπλεκομένων εἰς τὸ αὐτὸ παθῶν. ἀλλὰ δὴ μεταλαβόντες καθαράν τε καὶ κρείττω τῆς πρότερον ἁρμονίας τὸν ἀγαθὸν καὶ σώφρονα ὑμνῶμεν δαίμονα καὶ θεὸν, οἷς ποτε ἐκείνου τυχεῖν ἐπέκλωσαν ἀγαθαὶ Μοῖραι παιδείας ὑγιοῦς καὶ λόγου μεταλαβοῦσι .