Ancient Greek
146 to 148
Dio Chrysostomus Soph., Orationes 146-2-148
Not analysed yet
ἀλλʼ ἴσως γε οὐδὲν ἧττον ἔμελλον ἐν ἐκείνῃ τῇ πόλει παῖδας προσδοκᾶν ἐσομένους, οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον, υἱὸν Ἑρμοῦ καὶ Πολυδώρας, ὑποκοριζόμενος αὐτὸν οἶμαι κατὰ τὴν γένεσιν, παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυδώρη. σχεδὸν δὲ καὶ παρὰ Λακεδαιμονίοις ἔτυχόν τινες ταύτης τῆς ἐπωνυμίας τῶν οὕτως γενομένων, Παρθενίαι κληθέντες συχνοί· ὥστʼ, εἰ μὴ διεφθείροντο οἱ πλείους τῶν ἐν ταῖς οὕτως τρυφώσαις πόλεσι γιγνομένων, ἅτε οὐδαμῶς οἶμαι δαιμονίου τυγχάνοντες ἐπιμελείας, οὐδὲν ἂν ἐκώλυε πάντα μεστὰ ἡρώων εἶναι. νῦν δὲ οἱ μὲν ἀπόλλυνται παραχρῆμα· ὅσοι δʼ ἂν καὶ φανῶσι, κρύφα ἐν δούλου σχήματι μένουσιν ἄχρι γήρως, ἅτε οὐδὲν αὐτοὺς δυναμένωντῶν σπειράντων προσωφελεῖν.