Ancient Greek
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
Dio Chrysostomus Soph., Orationes 149-2
Not analysed yet
εἶεν δή, παρʼ οἷς ἂν καὶ τὰ περὶ τὰς κόρας οὕτως ἁπλῶς ἔχῃ, τί χρὴ προσδοκᾶν τοὺς κόρους, ποίας τινὸς παιδείας καὶ ἀγωγῆς τυγχάνειν; ἔσθʼ ὅπως ἂν ἀπόσχοιτο τῆς τῶν ἀρρένων λώβης καὶ φθορᾶς τό γε ἀκόλαστον γένος, τοῦτον ἱκανὸν καὶ σαφῆ ποιησάμενον ὅρον τὸν τῆς φύσεως, ἀλλ ̓οὐκ ἂν ἐμπιμπλάμενον πάντα τρόπον τῆς περὶ γυναῖκας ἀκρασίας διακορὲς γενόμενον τῆς ἡδονῆς ταύτης ζητοίη ἑτέραν μείζω καὶ παρανομωτέραν ὕβριν;