Ancient Greek
150 to 152
Dio Chrysostomus Soph., Orationes 150-2-152
Not analysed yet
ὡς τά γε γυναικῶν, αὐτῶν σχεδόν τι τῶν ἐλευθέρων καὶ παρθένων, ἐφάνη ῥᾴδια καὶ οὐδεὶς πόνος θηρῶντι μετὰ πλούτου τὴν τοιάνδε θήραν· οὐδὲ ἐπὶ τὰς πάνυ σεμνὰς καὶσεμνῶν τῷ ὄντι γυναῖκας καὶ θυγατέρας ὅστις ἂν ἴῃ σὺν τῇ τοῦ Διὸς μηχανῇ, χρυσὸν μετὰ χεῖρας φέρων, οὐ μήποτε ἀποτυγχάνῃ. ἀλλʼ αὐτά που τὰ λοιπὰ δῆλα παρὰ πολλοῖς γιγνόμενα. ὁ γὰρ ἄπληστος τῶν τοιούτων ἐπιθυμιῶν, ὅταν μηδὲν εὑρίσκῃ σπάνιον μηδὲ ἀντιτεῖνον ἐν ἐκείνῳ τῷ γένει, καταφρονήσας τοῦ ῥᾳδίου καὶ ἀτιμάσας τὴν ἐν ταῖς γυναιξὶν Ἀφροδίτην ὡς ἕτοιμον δή τινα καὶ τῷ ὄντι θῆλυν παντελῶς ἐπὶ τὴν ἀνδρωνῖτιν μεταβήσεται, τοὺς ἄρξοντας αὐτίκα μάλα καὶ δικάσοντας καὶ στρατηγήσοντας ἐπιθυμῶν καταισχύνειν, ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι ταὐτὸ πεπονθὼς πάθος· οἳ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διά τε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.