Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 152
Not analysed yet
καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί δήποτε οὔθʼ ὑμεῖς οὔτʼ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον δήπουθεν ὂν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην ἔχον· φαίητʼ ἂν οἶμαι· διὰ τὸ ὑβρίζεσθαι διαμένειν, εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν. νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται, κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι διʼ ἡνδήποτʼ αἰτίαν, οὐκέτʼ εἰσὶν οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά.