Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 153-2
Not analysed yet
τότε μὲν γὰρ ἠλέγχετʼ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως . τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας, ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετʼ ὀλίγον συντριβέντων. ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως;