Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 154-2
Not analysed yet
ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος. πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν, ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν; εἶτα τῶν μὲν γυναικῶν τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν ἡγεῖσθε καταψευδομένας· αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων;