Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 16-11
Not analysed yet
τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος· ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην.