Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 17-13
Not analysed yet
ἡγεῖσθε μὲν γάρ, ὦ ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρʼ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις ἡ Ταρσὸς τῶν κατὰ Κιλικίαν. ὁ δὲ Ἀρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν· οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον· ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν δασύς.