Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 16-12
Not analysed yet
νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν. οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν ὁ δῆμος καὶ χωρὶς ἡ βουλὴ καὶ νῦν ἔτι καθʼ αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες· ὥσπερ εἰ πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ ὁ κυβερνήτης, ἰδίᾳ δὲ ὁ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦταλέγεται, ἀλλʼ οὖν προσήκει μὴ διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐδʼ ὃ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον.