Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 17-14
Not analysed yet
νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπʼ ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν ἢ τεττάρων ἡμερῶν; οὐδὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μηδὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος· εἰ δʼ οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε· μηδʼ εἰ ταὐτό ποτʼ ἐφθέγξασθε καὶ τὴν αὐτὴνἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως.