Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 18-12
Not analysed yet
μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος· κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν· ἀλλʼ ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας.