Ancient Greek · ~2 min
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 2-10
Not analysed yet
ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων, δικαίως ἂν ἀμφότερά φημι δόξειν, ἅμα εὐήθης καὶ περίεργος· ἐὰν δʼ ὡς οἷόν τε καὶ περὶ μεγίστου πράγματος, καὶ τούτου σφόδρα φαύλως ἔχοντος, ὥστε δημοσίᾳ τὴν πόλιν ἀπʼ αὐτοῦ διαβεβλῆσθαι καὶ πάντας ὑμᾶς ἐπὶ πᾶσι τοῖς ἄλλοις εὐδοκιμοῦντας καθʼ ἒν τοῦτο δόξης οὐ προσηκούσης τυγχάνειν, εἰκότως ἄν μοι χάριν ἔχοιτε καὶ νομίζοιτε εὔνουν ἑαυτοῖς. δῆλον γὰρ ὡς εἰ μὴ πάνυ τις ὑμᾶς ἀγαπᾷ, τοῖς γε ἄλλοις οὐθὲν μέλει δήπου τῶν ὑμῖν τινα φερόντων αἰσχύνην ἢ βλάβην.