Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 3-8
Not analysed yet
οὐκοῦν ,εἰ μὲν ἀργύριόν τις ὑμῖν ἐχαρίζετο ἀφʼ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο μηδʼ ὑμῶν ἀπαιτούντων· συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης ὑπάρχῃ; καίτοι χρημάτων μὲν οὔθʼ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε· γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδʼ ὁ κάλλιστα πράττειν δοκῶν.