Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 2-11
Not analysed yet
καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούς τε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ,τι ἂν ἐννοήσητε· ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μέν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζω τε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι. χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐδὲ τούτου· τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους;