Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 3-9
Not analysed yet
δήμου δὲ τὸ καλῶς ἀκοῦσαι. νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν· Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἥρμοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων.