Ancient Greek
20 to 21
Dio Chrysostomus Soph., Orationes 20-3-21
Not analysed yet
εἶναι, εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ; εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν, ὅτι χωλοὺς χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος, κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον. τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις, ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες ἢ σείσαντες.