Ancient Greek
(8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 22-3
Not analysed yet
ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένους τε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένην πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς —ὅσοι κακῶς ἐσκήνουν ἢ καὶ τούτου ἠπόρουν.