Ancient Greek
(9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.
Dio Chrysostomus Soph., Orationes 24-3
Not analysed yet
Ὁμήρῳ μὲν οὖν ἀσφαλὲς ἦν ἴσως πορεύεσθαι παρὰ τὸν Ἀπόλλω εἰς Δελφούς, ἅτε ἐπισταμένῳ τὰς φωνάς, —εἴπερ ἁπάσας ἠπίστατο, ἀλλὰ μὴ ὀλίγʼ ἄττα· ὥσπερ οἱ δύο ἢ τρία Περσικὰ εἰδότες ῥήματα ἢ Μηδικὰ ἢ Ἀσσύρια τοὺς ἀγνοοῦντας ἐξαπατῶσι —σὺ δὲ οὐ δέδοικας μὴ ἄλλα τοῦ θεοῦ λέγοντος ἄλλα διανοηθῇς; ὥσπερ οὖν φασι Λάϊον ἐκεῖνον, τὸν γενόμενον Χρυσίππου ἐραστήν, ὃς ἀφικόμενος εἰς Δελφοὺσ̣̔?ʼἐπηρώτα τὸν θεὸν ὅπως αὐτῷ ἔσοιντο παῖδες. ἔχρησεν οὖν μὴ γεννᾶν, ἢ ἐκτιθέναι γεννήσαντα.