Ancient Greek
25 to 26
Dio Chrysostomus Soph., Orationes 25-3-26
Not analysed yet
οὕτω δὲ ἀνόητος ἦν ὁ Λάϊος ὥστε ἀμφότερα παρακοῦσαι τοῦ θεοῦ· καὶ γὰρ ἐγέννησε καὶ ἔθρεψεν. ἔπειτα καὶ αὐτὸς ἀπώλετο καὶ πᾶς ὁ οἶκος αὐτοῦ, διότι ἀδύνατος ὢν ἐπεχείρησε τῷ Ἀπόλλωνι χρῆσθαι. μὴ γὰρ ταῦτα ἀκούσας τὸν Οἰδίποδαοὐκ ἂν ἐξέθηκεν. ὁ δὲ οἴκοι τραφεὶς οὐκ ἂν ἀπέκτεινε τὸν Λάϊον, ἐπιστάμενος ὅτι αὐτοῦ παῖς εἴη. καὶ τοίνυν τὰ περὶ Κροῖσον ἀκήκοας τὸν Λυδόν, ὃς ἡγούμενος πείθεσθαι τῷ θεῷ παντὸς μᾶλλον καὶ διαβὰς τὸν ποταμὸν τὸν Ἅλυν, τὴν ἀρχὴν ἀπέβαλε, καὶ αὐτὸς ἐν πέδαις ἐδέθη καὶ ὀλίγου κατεκαύθη ζῶν. ἢ σὺ οἴει φρονιμώτερος εἶναι Κροίσου, ἀνδρὸς οὕτω πλουσίου καὶ τοσούτων ἀνθρώπων ἄρχοντος καὶ Σόλωνι συγγενομένου καὶ ἄλλοις παμπόλλοις σοφισταῖς;