Ancient Greek · ~3 min
26 to 29
Dio Chrysostomus Soph., Orationes 26-29
Not analysed yet
καὶ ὁ Ἀλέξανδρος φοβηθεὶς μὴ ἄρα ἄπειρος ἀναφανῇ τῆς βασιλικῆς ἐπιστήμης, Καὶ τίς, ἔφη, σοι δοκεῖ τὴν τέχνην ταύτην παραδιδόναι; ἢ ποῖ δεῖ πορευθέντα μαθεῖν; ὁ οὖν Διογένης εἶπεν, Ἀλλʼ ἐπίστασαι αὐτήν, εἴπερ ἀληθὴς ὁ τῆς Ὀλυμπιάδος λόγος καὶ γέγονας ἐκ τοῦ Διός· ἐκεῖνοσγάρ ἐστιν ὁ τὴν ἐπιστήμην ταύτην πρῶτος καὶ μάλιστα ἔχων καὶ οἷς ἐθέλει μεταδιδούς· οἷς δὲ ἂν μεταδῷ, πάντες οὗτοι Διὸς παῖδές εἰσί τε καὶ λέγονται. ἢ σὺ οἴει τοὺς σοφιστὰς εἶναι τοὺς διδάσκοντας βασιλεύειν; ἀλλʼ ἐκείνων μὲν οἱ πολλοὶ οὐχ ὅπως βασιλεύειν, ἀλλʼ οὐδὲ ζῆν ἴσασιν. οὐκ οἶσθα, ἔφη, ὅτι διττή ἐστιν ἡ παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνη; ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην· ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο.