Ancient Greek
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
Dio Chrysostomus Soph., Orationes 30-3
Not analysed yet
καλοῦσι δὲ οἱ πολλοὶ ταύτην μὲν παιδείαν, ,καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα, Περσικά τε καὶ Ἑλληνικὰ καὶ τὰ Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον· πάλιν δὲ ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα · τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην.